Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
Πόλεως δ̓ ὁμηρευομένης, ὅταν ἐπ̓ αὐτὴν στρατεία
γίγνηται, τοὺς γονεῖς τῶν ὁμηρευόντων καὶ
τοὺς ἐγγὺς τὰ γένη μεθίστασθαι ἐκ τῆς πόλεως,
ἄχρις ἂν ἡ πολιορκία παρέλθῃ, ἵνα μὴ ἐφορῶσιν
ἐν ταῖς προσαγωγαῖς τῶν πολεμίων τοὺς αὑτῶν
παῖδας συμπροσαγομένους καὶ τὰ ἔσχατα πάσχοντας:
ἐγχωρεῖ γὰρ αὐτοὺς ἔνδον ὄντας καὶ
[p. 62]
ὑπεναντίον τι πρᾶξαι.