Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
Γλοῦς δὲ βασιλέως ναύαρχος παρὰ βασιλέα ἀναβάς,
ἐπεὶ οὐχ οἷόν τε ἦν ὑπομνήματα ἐν βιβλίῳ
ἔχοντα εἰσιέναι παρὰ βασιλέα ῾ἦν δὲ αὐτῷ περὶ
πολλῶν τε καὶ μεγάλων διαμνημονευτέον̓, ἐγράψατο
εἰς τὰ διαστήματα τῆς χειρὸς τῶν δακτύλων
περὶ ὧν ῥητέον ἦν αὐτῷ.
Περὶ τὴν τῶν τοιούτων ἐπιμέλειαν τῷ πυλωρῷ
πονητέον, ὡς ἂν μηδὲν λανθάνῃ εἰς τὴν πόλιν
εἰσφερόμενον μήτε ὅπλον μήτε γράμματα.