Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἔπειτα ἄλλο
καὶ ἄλλο πλῆθος οὕτως ἐκπέμπειν καὶ ἐν τάχει
μέχρις οὗ ἱκανοὶ δοκοῦσιν ἐκβεβοηθηκέναι, ἵνα
καὶ ἐν τῇ πορείᾳ ἐχόμενα ᾖ τὰ μέρη, καὶ ἐάν τε
μέρει μέρος δέῃ βοηθῆσαι ἐάν τε ἅμα πάντα
δέῃ, ῥᾳδίως ὑπάρχῃ συμμίσγειν ἀλλήλοις καὶ
μὴ δρόμῳ πόρρωθεν παραγίγνωνται.