Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
καὶ ὡς ἐγένετο
πρὸς τῷ ναῷ τε καὶ τῷ βωμῷ, οἱ μὲν πολλοὶ τὰ
ὅπλα θέμενοι ἀπωτέρω τοῦ ναοῦ πρὸς τὰς εὐχάς τε
καὶ τὸν βωμὸν ὥρμησαν. τῶν δὲ ἐπιβουλευόντων
οἱ μὲν ἐπὶ τῶν ὅπλων ὑπέμειναν, οἱ δὲ ταῖς ἀρχαῖς
τε καὶ τῶν πολιτῶν τοῖς προέχουσι παρέστησαν ἐν
ταῖς εὐχαῖς, ἀνὴρ ἀνδρί, ἔχοντες ἐγχειρίδια: