Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
εὔηθες γὰρ τῶν μὲν
[p. 154]
ἀφικνουμένων ἀνδρῶν παραιρεῖσθαι τὰ ὅπλα, ἐν
δὲ τῇ ἀγορᾷ καὶ ταῖς συνοικίαις ἀθρόα ὑπάρχειν
σωράκους τε ἀσπιδίων καὶ ἐγχειριδίων κιβώτια.
διὸ δεῖ τὰ εἰσαφικνούμενά τε καὶ ἠθροισμένα
ὅπλα μὴ ἐκφέρεσθαί τε εἰς τὴν ἀγορὰν καὶ νυκτερεύειν
ὅπου ἂν τύχῃ, ἀλλὰ πλὴν δείγματος τὸ
ἄλλο πλῆθος πρὶν ἐκτίθοιτό τις, εἶναι δημοσίᾳ κρίνειν.