Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐπεξόδους δὲ ποιούμενον λαθραίως ἐν νυκτὶ τοῖς
προσκαθημένοις πολεμίοις τάδε προνοεῖν. πρῶτον
[p. 120]
μὲν φυλάξαι ὅπως μή τις ἐξαυτομολήσῃ: ἔπειτα
φῶς ὑπαίθριον μηδὲν εἶναι, ἵνα μὴ ὁ ὑπὲρ τῆς
πόλεως ἀὴρ πυρωδέστερος ὢν τοῦ ἄλλου ἐκφήνῃ τὸ
μέλλον.