Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐπιμελητὰς μὲν
οὖν τινὰς μετ̓ ὀλίγων οὓς ἐνεδέχετο ἐπέστησε,
τῶν δὲ ἐν τῇ πόλει τὰ μέγιστα δυναμένων τοῖς
οἰκέταις συνῴκισεν τῶν δεσποτῶν τὰς θυγατέρας
καὶ γυναῖκας καὶ ἀδελφάς: οὕτω γὰρ οὖν ᾤετο
μάλιστα πολεμιωτάτους ἔσεσθαι τοῖς δεσπόταις
καὶ αὑτῷ πιστοτέρους.