Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χρὴ δὲ καὶ ἡμεροσκόπους πρὸ τῆς πόλεως
καθιστάναι ἐπὶ τόπῳ ὑψηλῷ καὶ ὡς ἐκ πλείστου
φαινομένῳ: ἡμεροσκοπεῖν δὲ ἐφ̓ ἑκάστῳ χωρίῳ
τρεῖς τοὐλάχιστον, μὴ τοὺς τυχόντας, ἀλλ̓ ἐμπείρους
πολέμου, ὅπως μὴ δἰ ἄγνοιαν δοξάζων τι
ὁ σκοπὸς σημάνῃ ἢ διαγγείλῃ εἰς τὴν πόλιν καὶ
ματαίως ὀχλῇ τοῖς ἀνθρώποις.