Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
τὰς δ̓ ἐπιθέσεις αὐτοῖς ποιεῖσθαι
ἀεὶ πλεονεκτοῦντα ἐκ τῆς χώρας τῇ συνηθείᾳ: πολὺ
γὰρ προέξεις προειδὼς τὰ χωρία καὶ προάγων εἰς
τόπους οἵους ἂν σὺ βούλῃ, σοὶ μὲν γνωστοὺς καὶ
ἐπιτηδείους καὶ φυλάξασθαι καὶ διῶξαι καὶ φυγεῖν
καὶ ἀπιέναι εἰς τὴν πόλιν λαθραίως καὶ φανερῶς—
ἔτι δὲ καὶ τὰ ἐπιτήδεια προειδότα ὅπου ἂν τῆς
χώρας ὑπάρχῃ ὑμῖν—, τοῖς δὲ πολεμίοις ἀσυνήθεις
καὶ ἀγνῶτας καὶ λελειμμένους πάντων τούτων.
[p. 88]