Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
Τρόπον δὲ κατὰ τόνδε προεδόθη πόλις ὑπὸ
πυλωροῦ. σύνηθες ἐποιήσατο, ἐπεὶ μέλλοιεν αἱ
πύλαι κλείεσθαι, ὑδρίον ἔχων ἐξιέναι ὡς ἐφ̓ ὕδωρ.
ἀφικνούμενος δὲ ἐπὶ τὴν κρήνην λίθους ἐτίθει εἰς
τόπον γνωστὸν τοῖς πολεμίοις, ἐφ̓ οὗ φοιτῶντες
εὕρισκον διὰ τῶν τιθεμένων λίθων ἅπερ θέλοι
δηλοῦν ὁ τῆς πόλεως φύλαξ.