Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
χρὴ δ̓, ἄν τι τοιοῦτον ἐν
ταῖς νυξὶ πάσχῃ στράτευμα, καθ̓ ἑκάστην φυλακὴν
καθεστάναι ἑκάστου λόχου ἢ τάξεως ἐπὶ τοῖς κέρασι
καὶ τοῖς μέσοις ἄνδρας οἳ προσέξουσιν ὅπως ἐάν τινα
αἰσθάνωνται ἐκ τοῦ ὕπνου ἢ ἄλλως ἐρχόμενον
θόρυβον, εὐθὺ ὁ παρὼν καθέξει καὶ κωλύσει
αὐτίκα.