This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
τὸ ἐν τῷ ὀρύγματι μαχόμενον. παλαιὸν
δέ τι λέγεται ... Ἄμασιν Βαρκαίους πολιορκοῦντα,
ἐπεὶ ἐπεχείρει ὀρύσσειν. οἱ δὲ Βαρκαῖοι
αἰσθόμενοι τὸ ἐπιχείρημα τοῦ Ἀμάσιδος, ἠποροῦντο
μὴ λάθῃ ἢ φθάσῃ, ἔπειτα ἀνὴρ χαλκεὺς
ἀνεῦρεν ἐνθυμήσας: ἀσπίδος χάλκωμα περιφέρων
ἐντὸς τοῦ τείχεος ἐπάνω προσίσχεν πρὸς τὸ
δάπεδον.