Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
εἰς φορτία ἢ ἄλλα σκεύη ἐνεβλήθη βυβλίον
ἢ ἄλλο τι γράμμα τὸ τυχὸν καὶ μεγέθει καὶ
παλαιότητι. ἐν τούτῳ δὲ γέγραπται ἡ ἐπιστολὴ
ἐπιστιζομένων γραμμάτων τοῦ πρώτου στίχου
ἢ δευτέρου ἢ τρίτου, ἐπιστιγμαῖς δὲ ἐλαχίσταις
καὶ ἀδηλοτάταις πλὴν τῷ πεμπομένῳ. εἶτα
ἀφικομένου τοῦ βυβλίου παῤ ὃν δεῖ, ἐξεγράφετο
καὶ τὰ ἐπισεσημασμένα γράμματα τιθεὶς ἐφεξῆς
τὰ ἐκ τοῦ πρώτου στίχου καὶ δευτέρου καὶ τὰ
ἄλλα ὡσαύτως, ἐγνώριζε τὰ ἐπισταλέντα.