Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τούτους δ̓ οὖν εἰς τὴν πόλιν
ἀθροίζειν ὧδε χρή. πρῶτον μὲν τοῖς ἔξω ἅμα
ἡλίῳ δύνοντι σημαίνειν ἀπιέναι εἰς τὴν πόλιν:
ἐὰν δὲ καὶ ἐπὶ πλέον τῆς χώρας ἐσκεδασμένοι
ὦσιν, ὑπὸ διαδεκτήρων σημαίνεσθαι, ὅπως πάντες
ἢ οἱ πλεῖστοι παραγίγνωνται εἰς πόλιν.