Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
Ἐν ὁμονοοῦσι δὲ καὶ μηδενὸς ὑποπτεύοντος ἐν τῇ
πόλει ἐν τοῖς ἐπὶ τῷ τείχει φυλακείοις δεῖ τὰς
νύκτας λύχνα καίεσθαι ἐν λαμπτῆρσιν, ἵνα καθ̓ οὓς
ἄν τι προσπελάζῃ πολέμιον, ἄρωσι τῷ στρατηγῷ
τὸν λαμπτῆρα.