Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
ὑπάρχοντος δέ σοι
ναυτικοῦ, πεπληρῶσθαι τὰς ναῦς: οὐ γὰρ ἐλάσσω
τοὺς πολεμίους ὀχλήσουσιν οἱ ἐν ταῖς ναυσίν, ἐάν γε
παραπλέον ὑπάρχῃ πρὸς τὰ ἐπιθαλάσσια χωρία καὶ
τὰς παρὰ θάλασσαν ὁδούς, ἵν̓ ὑπὸ ὑμῶν τε
ὀχλῶνται καὶ ὑπὸ τῶν ἐκ τῶν νηῶν κατὰ νώτου
αὐτοῖς τὴν ἀπόβασιν ποιουμένων.