Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἔτι δὲ χρὴ ἐν τοῖς
κινδύνοις καὶ τάδε προνοεῖν. τῶν φυλάκων
μηδένα προγιγνώσκειν μήτε ὁπόστην μήτε
ὅπου φυλάξει τῆς πόλεως: μηδὲ τῶν αὐτῶν ἀεὶ
τοὺς αὐτοὺς ἡγεῖσθαι, ἀλλ̓ ὡς πυκνότατα πάντα
μεθιστάναι τὰ περὶ τὴν πολιτοφυλακίαν: οὕτω
γὰρ ἂν ἥκιστά τις δύναιτο τοῖς ἔξω προδιδοὺς
δηλοῦν τι ἢ προσδέξασθαι παρὰ τῶν πολεμίων,