Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
πρὸ δὲ
αὐτῶν δεῖ πρώτους τοὺς ὑπάρχοντας ἱππέας καὶ
κούφους ἐξιέναι, μηδὲ τούτους ἀτάκτους, προεξερευνῶντάς
τε καὶ προκαταλαμβάνοντας τὰ
ὑψηλὰ τῶν χωρίων, ἵν̓ ὡς ἐκ πλείστου προειδῶσιν
οἱ ὁπλῖται τὰ τῶν πολεμίων καὶ μηδὲν ἐξαίφνης
αὐτοῖς προσπέσῃ.