Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
προκαθέντες ἐν τῇ
ἡμέρᾳ εἰς τὴν βαλανοδόκην λίνου λεπτοῦ καὶ
ἰσχυροῦ βρόχον καὶ τὰς ἀρχὰς ἔξω οὔσας ἀφανεῖς,
ὡς ἐν τῇ νυκτὶ ἐνεβλήθη ἡ βάλανος, ἀνέσπασαν
ταῖς ἀρχαῖς τοῦ λίνου τὸν βρόχον καὶ τὴν βάλανον,
λαβόντες δὲ τὰ μέτρα αὐτῆς πάλιν καθῆκαν.
ἔπειτα πρὸς μέτρα οὕτω τῆς βαλάνου βαλανάγραν
ἐποιήσαντο τρόπῳ τοιῷδε.