Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἤδη δὲ τοῖς θρασυνομένοις τε λίαν καὶ προσπελάζουσι
τῷ τείχει ἐγγυτέρω τοῦ προσήκοντος
νυκτὸς ἢ μεθ̓ ἡμέραν, βρόχους ἡμέρας μὲν κρυφαίως
κατεσκεύασαν νυκτὸς δὲ ἀκρύπτους, οἷς προκαλούμενοι
ἀκροβολισμοῖς τὸν εἰσπεσόντα ἀνασπάσουσιν.