Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
καὶ ἐν
μὲν τῷ φανερῷ ἄλλα ἀγγεῖα ἔπλεκον, ἐν δὲ ταῖς
νυξὶν ὅπλα, περικεφαλαίας καὶ ἀσπίδας, ἔπλεκον,
αἷς ὄχανα περιετίθεσαν σκύτινα καὶ ξύλινα.
ἀλλὰ μὴν οὐδὲ τῶν κατὰ θάλατταν προσορμιζομένων
πλοίων νυκτὸς καὶ ἡμέρας οὔτε μεγάλων
οὔτε μικρῶν ἀδιασκέπτως ἔχειν, ἀλλὰ ἐμβαίνοντας
τοὺς λιμενοφύλακάς τε καὶ ἀποστολέας ἰδεῖν
αὐτοὺ; τὰ ἀγώγιμα, ἐνθυμουμένους ὅτι καὶ
Σικυώνιοι ἀμελήσαντες τῶν τοιούτων μεγάλα ἐσφάλησαν.