Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἔπειτα πυλωροὺς καθεστάναι μὴ τοὺς τυχόντας
ἀλλὰ φρονίμους καὶ ἀγχίνους, καὶ δὴ ὑπονοεῖν
δυναμένους ἀεί τι τῶν εἰσκομιζομένων, ἔτι δὲ
καὶ εὐπόρους καὶ οἷς ἐνέχυρα ἐν τῇ πόλει ὑπάρχει,
τέκνα καὶ γυναῖκα λέγω, ἀλλὰ μὴ οἵτινες δἰ
ἔνδειαν ἢ συναλλαγμάτων ἀνάγκην ἢ δἰ ἄλλην
τινὰ ἀπορίαν πεισθεῖεν ὑπό τινων ἢ αὐτοὶ παρακελεύσαιεν
ἄν τινας ἐπὶ νεωτερισμῷ.