Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
οἷον τόδε:
Διονύσιος κόλος
Δ:::::Ν:::῾̣̣̓:::::῾̣̣̓ Κ:::Λ:::῾̣̣̓
Ἡρακλείδας ἡκέτω
::Ρ:ΚΛ::::Δ:῾̣̣̓::Κ::Τ::::
[p. 172]
καὶ τόδε ἄλλο: ἀντὶ τῶν φωνηέντων γραμμάτων τίθεσθαι
ὅ τι δή. καὶ τάδε: τὰ πεμπόμενα γράμματα
εἴς τινα τόπον ... τῷ πεμπομένῳ δῆλον
γίγνεσθαι ἐλθόντος τοῦ ἀνθρώπου εἰς τὴν πόλιν καὶ
πωλοῦντός τι ἢ ὠνουμένου, ὅτι ἥκει αὐτῷ γράμματα
καὶ κεῖται ἐν τῷ προρρηθέντι τόπῳ. καὶ οὕτως
οὔτε ὁ φέρων οἶδεν ὅτῳ ἠνέχθη οὔτε ὁ λαβὼν γνωστὸς
ἔσται ὅτι ἔχει. πολλοὶ δὲ κατ̓ Ἤπειρον
κυσὶν ἐχρησαντο ὧδε.