Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἔστω δὲ ὁ μὲν βρόχος ὅπλου ὡς
ἰσχυροτάτου, τὸ δὲ ἕλκον ἐπὶ δύο πήχεις ἅλυσις,
τοῦ μὴ διατμηθῆναι: τὸ δ̓ ἄλλο, ὅθεν ἕλκουσι,
σχοίνου. ὅλος δὲ ἔσω κατακρέμαται καὶ ἀνασπᾶται
ὅπλοις ἢ κηλωνείοις. οἱ δὲ πολέμιοι
ἐὰν διατέμνειν ἐπιχειρῶσι, πρὸς ταῦτα πάλιν οἱ
ἔσωθεν κηλωνείοις χρῶνται καθιέντες, ἵνα μὴ διατέμνηται:
αἱ γὰρ ἁλύσεις πρὸς τὰ τοιαῦτα πραγματῶδες
καὶ δυσμεταχείριστον, ἅμα δὲ καὶ ἀλυσιτελές.