Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐν δὲ ταῖς προσβολαῖς τῶν πολεμίων πρὸς
τὸ τεῖχος μηχανήμασιν ἢ καὶ σώμασι χρὴ διατετάχθαι
τοὺς ἐν τῇ πόλει μαχομένους τρία μέρη,
ὅπως οἱ μὲν μάχωνται, οἱ δὲ ἀναπαύωνται, οἱ
δὲ παρασκευάζωνται, καὶ νεοκμῆτες ἀεὶ ἐπὶ
τοῦ τείχους ὦσιν.