Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
παρεσκευάσθω ξύλα οἷον ὕπερα, μεγέθει
δὲ πολλῷ μείζω: καὶ εἰς μὲν τὰ ἄκρα τοῦ ξύλου
κροῦσαι σιδήρια ὀξέα μικρότερα καὶ μείζω,
περὶ δὲ τὰ ἄλλα μέρη τοῦ ξύλου καὶ ἄνω καὶ
κάτω χωρὶς πυρὸς σκευασίας ἰσχυράς: τὸ δὲ
εἶδος γενέσθω οἷον κεραυνὸς τῶν γραφομένων.
τοῦτο δὲ ἀφίεσθαι χρὴ ἐς τὸ προσαγόμενον μηχάνημα
ἐσκευασμένον οὕτως ὥστε ἐμπήγνυσθαι
εἰς τὸ μηχάνημα, καὶ ἐπιμένειν τὸ πῦρ ἐμπαγέντος
αὐτοῦ.