Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐν δὲ τῷ χρόνῳ τούτῳ καταμαθὼν
ὁ Χαρίδημος ταῦτα πράσσοντα οἰκειοῦται,
καὶ εἰς λόγους κρυφαίους ἀφικόμενος διομολογεῖται,
καὶ ἔπεισεν αὐτὸν ἐκπορευθῆναι ἐν ῥητῇ νυκτὶ ὡς
ἐπὶ λείαν: μεθ̓ ἵππου δὲ ἐκέλευσεν αὐτὸν ἐξελθεῖν
ἐν τῇ νυκτί, ἵνα αἱ πύλαι αὐτῷ ἀνοιχθεῖεν, ἀλλὰ μὴ
κατὰ τὴν διάδυσιν ἢ τὴν ἐκτομάδα πυλίδα ὥσπερ
εἰώθει, εἰσέλθοι.