Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἐὰν δὲ ὀλίγοι τε καὶ μακρὰς φυλάσσωσιν,
ὕπνος τ̓ ἂν ἐγγίγνοιτο διὰ τὸ μῆκος τῶν φυλακῶν,
καὶ εἴ τινές τι ἐγχειροῖεν νεωτερίσαι, ὑπάρχοι
ἂν αὐτοῖς τοῦ χρόνου τὸ μῆκος καὶ φθάσαι καὶ
λαθεῖν πράξαντάς τι πρὸς τοὺς πολεμίους: διὸ
δεῖ τὰ τοιαῦτα μὴ ἀγνοεῖν.