Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τοῖς δὲ ὑπὲρ τῶν
μεγίστων μέλλουσι κινδυνεύειν, ἱερῶν καὶ πατρίδος
καὶ γονέων καὶ τέκνων καὶ τῶν ἄλλων, οὐκ ἴσος
οὐδὲ ὅμοιος ἀγών ἐστιν, ἀλλὰ σωθεῖσι μὲν καὶ
καλῶς ἀμυναμένοις τοὺς πολεμίους φοβεροὺς τοῖς
ἐναντίοις καὶ δυσεπιθέτους εἰς τὸν λοιπὸν χρόνον
εἶναι, κακῶς δὲ προσενεχθεῖσι πρὸς τοὺς κινδύνους
οὐδεμία ἐλπὶς σωτηρίας ὑπάρξει.