Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Ἔπειτα κηρύγματα ποιεῖσθαι τοιάδε διά τινος
χρόνου, φόβου καὶ ἀποτροπῆς τῶν ἐπιβουλευόντων
ἕνεκεν. κατακομίζειν τὰ ἐλεύθερα σώματα καὶ
τοὺς καρποὺς ἐν τῇ πόλει, τοῦ δὲ ἀνηκουστοῦντος
ἐξουσίαν εἶναι τῷ βουλομένῳ ἀζήμια ἄγειν καὶ
φέρειν τὰ ἐκ τῆς χώρας.