This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πάλῳ καθ̓ ἡμέραν τοὺς λαχόντας. ἄριστον δὲ
τὰς βαλάνους μὴ ἐξαιρετὰς εἶναι, ὑπὸ δὲ λοπίδος
σιδηρᾶς κατέχεσθαι, ἵνα μὴ πλέον ἐξαιρομένη
μετεωρίζηται τῷ καρκίνῳ ἢ ὥστε τὸν μοχλὸν
ὑπωθεῖσθαι ἐπικλειομένων τῶν πυλῶν καὶ ἀνοιγομένων:
τὸν δὲ καρκίνον ἐσκευάσθαι, ὅπως ὑπὸ
τὴν λοπίδα καθίηται καὶ ῥᾳδίως τὴν βάλανον
μετεωρίζῃ.