Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
Ἱστιαῖος δὲ βουλόμενος
τῷ Ἀρισταγόρᾳ σημῆναι ἀποστῆναι,
ἄλλως μὲν οὐδαμῶς εἶχεν ἀσφαλῶς δηλῶσαι, ἅτε
φυλασσομένων τῶν ὁδῶν καὶ οὐκ εὔπορον ὂν
γράμματα λαθεῖν φέροντα, τῶν δὲ δούλων τὸν
πιστότατον ἀποξυρήσας ἔστιξεν καὶ ἐπέσχεν ἕως
ἀνέφυσαν αἱ τρίχες.