Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Πλαταιεῖς δὲ ἐπεὶ ᾔσθοντο νυκτὸς ἐν τῇ πόλει
Θηβαίους ὄντας, κατανοήσαντες οὐ πολλοὺς αὐτοὺς
ὄντας οὐδὲ ἔργων τῶν προσηκόντων ἁπτομένους,
οἰομένους γε μέντοι κατέχειν τὴν πόλιν, ἐνόμισαν
ἐπιθέμενοι ῥᾳδίως κρατήσειν. τεχνάζουσιν οὖν
εὐθέως τοιόνδε.