Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
ἀντὶ τοῦ ἀστραγάλου καὶ ξύλου
ποιήσαντα κύκλον ξύλινον λεᾶναι, καὶ τρῆσαι
ἐφεξῆς κύκλῳ τὰ στοιχεῖα τῶν γραμμάτων τέτταρα
καὶ εἴκοσι: ὑποψίας δ̓ ἕνεκεν καὶ ἄλλα ἐν μέσῳ
τοῦ κύκλου τρυπῆσαι, ἔπειτα οὕτω εἰς τὰ στοιχεῖα
ἐφεξῆς ὄντα τὸ λίνον ἐνείρειν.