Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
Μαρτύριον δὲ ὅτι τὰ εἰσπεμπόμενα μετὰ ἐπιβουλῆς
χαλεπὸν φυλάξαι. οἱ γοῦν περὶ Ἴλιον ἄνθρωποι
καὶ ἐκ τοσούτου χρόνου καὶ οὕτω διατεταμένοι
οὔπω δύνανται φυλάξαι μὴ εἰσελθεῖν αὐτοῖς
τὰς Λοκρίδας: καίτοι τοσοῦτον αὐτοῖς ἐστιν ἡ
σπουδὴ καὶ ἡ φυλακή. ἀλλ̓ ὀλίγοι, προσέχοντες
τῷ λαθεῖν, λανθάνουσιν ἀνὰ ἔτεα πολλὰ εἰσάγοντες
σώματα.