Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
οἱ δὲ ἐν τῇ πόλει ἐν νυκτὶ διελόντες τοῦ τείχους ὅσον
ἤθελον, καὶ ἀντιδομὴν παρασκευασάμενοι κατεπέτασαν
τὸ ἱστίον. τηρήσαντες δὲ καιρὸν ἐπεξελθόντες
ἐπέθεντο παραδόξως τοῖς πολεμίοις: ποιοῦντες
δὲ ταῦτα ἐφύλασσον μή τις αὐτομολήσῃ. διὸ δεῖ
μηδὲν τῶν τοιούτων παρορᾶν.