Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
καὶ τοὺς μὲν ἐξαγαγόντες ἐκάθισαν εἰς
χωρία ἐπιτήδεια ὡς ἐνεδρεύσοντας τοῖς ἐμβεβληκόσι
πολεμίοις: αὐτοὶ δὲ λαβόντες σώματα αὐτοῖς
συνίστορα τῆς πράξεως προεπορεύοντο ὡς κατασκεψόμενοί
τε τὰ ἀγγελλόμενα καὶ προκινδυνεύσοντες
τῶν ἄλλων, ἵνα δῆθεν προαγάγοιεν τοὺς
πολεμίους εἰς τὰς ἐνέδρας ὡς ὑποφεύγοντες.