Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐν δὲ ταῖς προσβολαῖς τῶν πολεμίων πρὸς
τὸ τεῖχος μηχανήμασιν ἢ καὶ σώμασι χρὴ διατετάχθαι
τοὺς ἐν τῇ πόλει μαχομένους τρία μέρη,
ὅπως οἱ μὲν μάχωνται,
οἱ δὲ ἀναπαύωνται,
οἱ
δὲ παρασκευάζωνται,
καὶ νεοκμῆτες ἀεὶ ἐπὶ
τοῦ τείχους ὦσιν.
[2]
δεῖ δέ τινας καὶ ἄλλους
ἐπιλελεγμένους πλήθει πλείονι μετὰ τοῦ στρατηγοῦ
ξυμπεριιέναι κύκλῳ τὸ τεῖχος,
ἐπικουροῦντας
ἀεί τινι πονουμένῳ μέρει:
τὸ γὰρ ἐπιὸν
μᾶλλον οἱ πολέμιοι φοβοῦνται τοῦ ὑπάρχοντος
καὶ παρόντος ἤδη.
τάς τε κύνας δεσμεῖν τὸν
καιρὸν τοῦτον:
[3]
μετὰ γὰρ ὅπλων καὶ θορύβου
τῶν ἀνθρώπων τρεχόντων κατὰ τὴν πόλιν δἰ
[p. 190]
ἀήθειαν ὁρμῶσαι αἱ κύνες ὀχλοῖεν ἂν προσκείμεναι.
[4]
Τοῖς τε ἐπὶ τῷ τείχει μαχομένοις παραινεῖν οἷα
ἑκάστῳ δεῖ,
τοὺς μὲν ἐπαινοῦντα,
τῶν δὲ
δεόμενον:
ὀργῇ δὲ μηδένα μετιέναι μηδὲ τῶν
τυχόντων ἀνθρώπων:
[5]
ἀθυμότεροι γὰρ εἶεν ἄν.
εἰ δέ
τινας δεῖ μετιέναι ἀμελοῦντας καὶ ἀκοσμοῦντας,
τοὺς τὰ πλεῖστα κεκτημένους καὶ ἐν τῇ πόλει
δυνάμεως μάλιστα μετέχοντας:
εἴη γὰρ ἄν τι
τοιοῦτο καὶ τοῖς ἄλλοις παράδειγμα.
ἐν οἷς καιροῖς
ἕκαστα τούτων δεῖ παρεῖναι,
ἐν τοῖς Ἀκούσμασι
γέγραπται.
[6]
χερμάδια δὲ μὴ ἐπιτρέπειν ἀκαίρως
ἀφιέναι,
παρεσκευάσθαι δὲ ὅπως καὶ τὰ ἀφεθέντα
ἐν τῇ ἡμέρᾳ ἐν νυκτὶ ἀναλέγηται ὧδε.
[7]
κατακρεμαννύειν
χρὴ ἐν κοφίνοις ἄνδρας κατὰ τοῦ
τείχεος οἵτινες ἀναλέξουσιν:
τοὺς δὲ ἄνδρας χρὴ
τοὺς ἀναλέξαντας τὰ χερμάδια ἀναβαίνειν εἰς τὸ
τεῖχος,
κατακρεμασθέντων δικτύων συείων ἢ ἐλαφείων
ἢ ταῖς ἐκ τῶν σχοινίων κλίμαξι πεποιημέναις.
[8]
ταύτας δ̓ ἴσας εἶναι τὸν ἀριθμὸν τοῖς
ἀναλέγουσιν ἀνθρώποις,
ὅπως,
ἐάν τινες πονῶσιν,
ταχὺ ἀναβαίνωσιν:
πύλας γὰρ μὴ ἀνοίγεσθαι νυκτός,
ἀλλὰ ταῖς τοιαύταις κλίμαξι χρῆσθαι καὶ ἄν τινα βούλησθε.
[p. 192]