anonymi epigrammatici
ὁ ε ἔχει Κρεσφόντην ἀναιροῦντα Πολυφόντην τοῦ πατρὸς τὸν φονέα: ἔστι δὲ καὶ Μερόπη βάκτρον κατέχουσα καὶ συνεργοῦσα τῷ υἱῷ πρὸς τὴν τοῦ ἀνδρὸς ἐκδημίαν.Κρεσφόντου γενέτην πέφνες τὸ πάρος, Πολυφόντα,
κουριδίης ἀλόχου λέκτρα θέλων μιάναι:
ὀψὲ δέ σοι πάϊς ἧκε φόνῳ γενέτῃ προσαμύνων,
καί σε κατακτείνει ματρὸς ὑπὲρ Μερόπας.
τοὔνεκα καὶ δόρυ πῆξε μεταφρένῳ, ἁ δ᾽ ἐπαρήγει,
βριθὺ κατὰ κροτάφων βάκτρον ἐρειδομένα.