philitas
Πεντηκονταέτις καὶ ἐπὶ πλέον ἡ φιλέραστος
Νικιὰς εἰς νηὸν Κύπριδος ἐκρέμασεν
σάνδαλα καὶ χαίτης ἀνελίγματα, τὸν δὲ διαυγῆ
χαλκόν, ἀκριβείης οὐκ ἀπολειπόμενον,
καὶ ζώνην πολύτιμον, ἅ τ᾽ οὐ φωνητὰ πρὸς ἀνδρός:
ἀλλ᾽ ἐσορῇς πάσης Κύπριδος ὀπτασίην.