phanias
Εὐγάθης Λαπιθανὸς ἐσοπτρίδα, καὶ φιλέθειρον
σινδόνα, καὶ πετάσου φάρσος ὑποξύριον,
καὶ ψήκτραν δονακῖτιν ἀπέπτυσε, καὶ λιποκόπτους
φασγανίδας, καὶ τοὺς συλόνυχας στόνυχας:
ἔπτυσε δὲ ψαλίδας, ξυρὰ καὶ θρόνον, εἰς δ᾽ Ἐπικούρου,
κουρεῖον προλιπών, ἅλατο κηπολόγος,
ἔνθα λύρας ἤκουεν ὅπως ὄνος: ὤλετο δ᾽ ἄν που
λιμώσσων, εἰ μὴ στέρξε παλινδρομίαν: [p. 466]