leonidas
Πυρσῶ τοῦτο λέοντος ἀπ᾽ ὦν φλοιώσατο δέρμα
Σῶσος ὁ βουπάμων, δουρὶ φονευσάμενος,
ἄρτι καταβρύκοντα τὸν εὐθηλήμονα μόσχον,
οὐδ᾽ ἵκετ᾽ ἐκ μάνδρας αὖθις ἐπὶ ξύλοχον
μοσχείω δ᾽ ἀπέτισεν ὁ θὴρ ἀνθ᾽ αἵματος αἷμα,
βληθείς: ἀχθεινὰν δ᾽ εἶδε βοοκτασίαν.