alexander
Πίγρης ὀρνίθων ἄπο δίκτυα, Δᾶμις ὀρείων,
Κλείτωρ δ᾽ ἐκ βυθίων, σοὶ τάδε, Πάν, ἔθεσαν,
ξυνὸν ἀδελφειοὶ θήρης γέρας, ἄλλος ἀπ᾽ ἄλλης,
ἴδρι τὰ καὶ γαίης, ἴδρι τὰ καὶ πελάγευς:
ἀνθ᾽ ὧν τῷ μὲν ἁλός, τῷ δ᾽ ἠέρος, ᾧ δ᾽ ἀπὸ δρυμῶν
πέμπε κράτος ταύτῃ, δαῖμον, ἐπ᾽ εὐσεβίῃ.