meleager
ὄρθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης
ἄρτι φίλας Δημοῦς χρωτὶ χλιαινομένῳ;
εἴθε πάλιν στρέψας ταχινὸν δρόμον Ἕσπερος εἴης,
ὦ γλυκὺ φῶς βάλλων εἰς ἐμὲ πικρότατον.
ἤδη γὰρ καὶ πρόσθεν ἐπ᾽ Ἀλκμήνῃ Διὸς ἦλθες
ἀντίος: οὐκ ἀδαής ἐσσι παλινδρομίης.