rufinus
οὐκ ἔλεγον, Προδίκη, ‘Γηράσκομεν ;’ οὐ προεφώνουν
‘ ἥξουσιν ταχέως αἱ διαλυσίφιλοι ;’
νῦν ῥυτίδες καὶ θρὶξ πολιὴ καὶ σῶμα ῥακῶδες,
καὶ στόμα τὰς προτέρας οὐκέτ᾽ ἔχον χάριτας.
μή τις σοι, μετέωρε, προσέρχεται, ἢ κολακεύων
λίσσεται; ὡς δὲ τάφον νῦν σε παρερχόμεθα.