paulus silentiarius
χρυσῆς εἰρύσσασα μίαν τρίχα Δωρὶς ἐθείρης,
οἷα δορικτήτους δῆσεν ἐμεῦ παλάμας: [p. 244]
αὐτὰρ ἐγὼ τὸ πρὶν μὲν ἐκάγχασα, δεσμὰ τινάξαι
Δωρίδος ἱμερτῆς εὐμαρὲς οἰόμενος:
ὡς δὲ διαρρῆξαι σθένος οὐκ ἔχον, ἔστενον ἤδη,
οἷά τε χαλκείῃ σφιγκτὸς ἀλυκτοπέδῃ.
καὶ νῦν ὁ τρισάποτμος ἀπὸ τριχὸς ἠέρτημαι,
δεσπότις ἔνθ᾽ ἐρύσῃ, πυκνὰ μεθελκόμενος.