marcus argentarius
σάνδαλα καὶ μίτρην περικαλλέα, τόν τε μυρόπνουν
βόστρυχον ὡραίων οὖλον ἀπὸ πλοκάμων,
καὶ ζώνην, καὶ λεπτὸν ὑπένδυμα τοῦτο Χιτῶνος,
καὶ τὰ περὶ στέρνοις ἀγλαὰ μαστόδετα,
ἔμβρυον εὐώδινος ἐπεὶ φύγε νηδύος ὄγκον,
Εὐφράντη νηῷ θῆκεν ὕπ᾽ Ἀρτέμιδος.