paulus silentiarius
ἀνέρα λυσσητῆρι κυνὸς βεβολημένον ἰῷ
ὕδασι θηρείην εἰκόνα φασὶ βλέπειν.
λυσσώων τάχα πικρὸν Ἔρως ἐνέπηξεν ὀδόντα
εἰς ἐμέ, καὶ μανίαις θυμὸν ἐληίσατο:
σὴν γὰρ ἐμοὶ καὶ πόντος ἐπήρατον εἰκόνα φαίνει,
καὶ ποταμῶν δῖναι, καὶ δέπας οἰνοχόον,