Julianus
Λαῒς ἀμαλδυνθεῖσα χρόνῳ περικαλλέα μορφήν,
γηραλέων στυγέει μαρτυρίην ῥυτίδων
ἔνθεν πικρὸν ἔλεγχον ἀπεχθήρασα κατόπτρου,
ἄνθετο δεσποίνῃ τῆς πάρος ἀγλαΐης.
ἀλλὰ σύ μοι, Κυθέρεια, δέχου νεότητος ἑταῖρον
δίσκον, ἐπεὶ μορφὴ σὴ χρόνον οὐ τρομέει.