antipater
ἡ πολύθριξ οὔλας ἀνεδήσατο παρθένος Ἵππη
χαίτας, εὐώδη σμηχομένα κρόταφον
ἤδη γάρ οἱ ἐπῆλθε γάμου τέλος: αἱ δ᾽ ἐπὶ κόρσῃ
μίτραι παρθενίας αἰτέομεν χάριτας.
Ἄρτεμι, σῇ δ᾽ ἰότητι γάμος θ᾽ ἅμα καὶ γένος εἴη
τῇ Λυκομηδείδου παιδὶ λιπαστραγάλῃ.